Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.1 Dem. 43.6 (English) >>Dem. 43.9

43.4διαθήκας δὲ ψευδεῖς ἧκον κατασκευάσαντες Γλαῦκός τε ἐξ Οἴου καὶ Γλαύκων ἀδελφὸς αὐτοῦ. καὶ Θεόπομπος τουτουὶ πατὴρ Μακαρτάτου ἐκείνοις συγκατεσκεύαζεν ἅπαντα ταῦτα καὶ ἐμαρτύρει τὰς πλείστας μαρτυρίας. αἱ δὲ διαθῆκαι, ἃς τότε παρέσχοντο, ἐξηλέγχθησαν ψευδεῖς οὖσαι· καὶ οὐ μόνον ἡττήθησαν, ἀλλὰ καὶ πονηρότατοι δόξαντες εἶναι ἀπηλλάττοντο ἀπὸ τοῦ δικαστηρίου. 43.5καὶ ἐπιδημῶν τότε Θεόπομπος τουτουὶ πατὴρ Μακαρτάτου, καὶ τοῦ κήρυκος κηρύττοντος, εἴ τις ἀμφισβητεῖν παρακαταβάλλειν βούλεται τοῦ κλήρου τοῦ Ἁγνίου κατὰ γένος κατὰ διαθήκας, οὐκ ἐτόλμησεν παρακαταβαλεῖν, ἀλλʼ αὐτὸς ἑαυτῷ ἐδίκασεν ὅτι οὐδαμόθεν αὐτῷ προσῆκεν οὐδὲν τοῦ κλήρου τοῦ Ἁγνίου. 43.6ἐχούσης δὲ τῆς μητρὸς τοῦ παιδὸς τουτουὶ τὸν κλῆρον, ἐπειδὴ ἐνίκησεν ἐν τῷ δικαστηρίῳ ἅπαντας τοὺς ἀμφισβητήσαντας ἑαυτῇ, οὕτως εἰσὶν μιαροὶ οὗτοι, καὶ οὐκ οἴονται δεῖν οὔτε τοῖς νόμοις τοῖς ὑμετέροις πείθεσθαι οὔτε τοῖς γνωσθεῖσιν ἐν τῷ δικαστηρίῳ, ἀλλὰ πάντα τρόπον ἐπιχειροῦντες ἀφελέσθαι πάλιν τὴν γυναῖκα τὸν κλῆρον ὃν ὑμεῖς αὐτῇ ἐψηφίσασθε, 43.7συνομόσαντες καὶ συνθήκας γράψαντες πρὸς ἀλλήλους καὶ καταθέμενοι παρὰ Μηδείῳ Ἁγνουσίῳ, Θεόπομπος τουτουὶ πατὴρ Μακαρτάτου καὶ Γλαύκων καὶ Γλαῦκος ἡττηθεὶς τὸ πρότερον, καὶ ἕτερόν τινα τῶν ἐπιτηδείων τέταρτον προσλαβόντες (Εὐπόλεμος ἦν αὐτῷ ὄνομα), οὗτοι ἅπαντες κοινῇ ἐπιβουλεύσαντες προσεκαλέσαντο τὴν γυναῖκα πρὸς τὸν ἄρχοντα εἰς διαδικασίαν τοῦ κλήρου τοῦ Ἁγνίου, φάσκοντες τὸν νόμον κελεύειν παρὰ τοῦ ἐπιδεδικασμένου καὶ ἔχοντος τὸν κλῆρον προσκαλεῖσθαι, ἐάν τις βούληται ἀμφισβητεῖν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.1 Dem. 43.6 (English) >>Dem. 43.9

Powered by PhiloLogic